3.385ὁ δὲ τὸν μὲν ὀνομαστὶ καλῶν, τῷ δὲ στρατηγικώτερον ἐμβλέπων, τοῦ δὲ δρασσόμενος τῆς δεξιᾶς, ὃν δὲ δεήσει δυσωπῶν, καὶ ποικίλοις διαιρούμενος πάθεσιν ἐπὶ τῆς ἀνάγκης εἶργεν ἀπὸ τῆς σφαγῆς πάντων τὸν σίδηρον, ὥσπερ τὰ κυκλωθέντα τῶν θηρίων ἀεὶ πρὸς τὸν καθαπτόμενον ἀντιστρεφόμενος.
3.386τῶν δὲ καὶ παρὰ τὰς ἐσχάτας συμφορὰς ἔτι τὸν στρατηγὸν αἰδουμένων παρελύοντο μὲν αἱ δεξιαί, περιωλίσθανεν δὲ τὰ ξίφη, καὶ πολλοὶ τὰς ῥομφαίας ἐπιφέροντες αὐτομάτως παρεῖσαν.
3.387
Ὁ δʼ ἐν ταῖς ἀμηχανίαις οὐκ ἠπόρησεν ἐπινοίας, ἀλλὰ πιστεύων τῷ κηδεμόνι θεῷ τὴν σωτηρίαν παραβάλλεται,
3.388κἀπεὶ δέδοκται τὸ θνήσκειν, ἔφη, φέρε κλήρῳ τὰς ἀλλήλων σφαγὰς ἐπιτρέψωμεν,
3.389ὁ λαχὼν δʼ ὑπὸ τοῦ μετʼ αὐτὸν πιπτέτω, καὶ διοδεύσει πάντων οὕτως ἡ τύχη, μηδʼ ἐπὶ τῆς ἰδίας κείσθω δεξιᾶς ἕκαστος· ἄδικον γὰρ οἰχομένων τινὰ τῶν ἄλλων μετανοήσαντα σωθῆναι.” πιστὸς ἔδοξεν ταῦτα εἰπὼν καὶ συνεκληροῦτο πείσας.
3.390ἑτοίμην δʼ ὁ λαχὼν τῷ μεθʼ αὑτὸν παρεῖχεν τὴν σφαγὴν ὡς αὐτίκα τεθνηξομένου καὶ τοῦ στρατηγοῦ· ζωῆς γὰρ ἡδίω τὸν μετὰ τοῦ Ἰωσήπου θάνατον ἡγοῦντο.
3.391καταλείπεται δʼ οὗτος εἴτε ὑπὸ τύχης χρὴ λέγειν, εἴτε ὑπὸ θεοῦ προνοίας σὺν ἑτέρῳ, καὶ σπουδάζων μήθʼ ὑπὸ τοῦ κλήρου καταδικασθῆναι μήτε, εἰ τελευταῖος λείποιτο, μιᾶναι τὴν δεξιὰν ὁμοφύλῳ φόνῳ πείθει κἀκεῖνον ἐπὶ πίστει ζῆν.